Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.68 | Joseph. BJ 7.73 (English) | >>Joseph. BJ 7.80 |
7.71καὶ καθʼ οὓς γένοιτο παριὼν οὗτοι πρὸς τὴν ἡδονὴν τῆς θέας καὶ τὸ μειλίχιον αὐτοῦ τῆς ὄψεως παντοίας ἠφίεσαν φωνάς , τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἄξιον ἡγεμόνα τῆς Ῥώμης ἀνακαλοῦντες · ἅπασα δʼ ἡ πόλις
-- -- μόλις δʼ ὑπὸ πλήθους τῶν περὶ αὐτὸν ἱσταμένων δυνηθεὶς εἰς τὸ βασίλειον ἐλθεῖν αὐτὸς μὲν τοῖς ἔνδον θεοῖς θυσίας τῆς ἀφίξεως χαριστηρίους ἐπετέλει ,
7.73προτρέπεται δὲ τὰ πλήθη πρὸς εὐωχίαν καὶ κατὰ φυλὰς καὶ γένη καὶ γειτονίας ποιούμενοι τὰς ἑστιάσεις ηὔχοντο τῷ θεῷ σπένδοντες αὐτόν τʼ ἐπὶ πλεῖστον χρόνον Οὐεσπασιανὸν ἐπιμεῖναι τῇ Ῥωμαίων ἡγεμονίᾳ , καὶ παισὶν αὐτοῦ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γινομένοις φυλαχθῆναι τὸ κράτος ἀνανταγώνιστον .
7.74ἡ μὲν οὖν Ῥωμαίων πόλις οὕτως Οὐεσπασιανὸν ἐκδεξαμένη προθύμως εὐθὺς εἰς πολλὴν εὐδαιμονίαν ἐπεδίδου .
7.75
πολὺ μέρος Γερμανῶν ἐκινήθη πρὸς ἀπόστασιν , οἷς καὶ Γαλατῶν οἱ πλεῖστοι συμφρονήσαντες κοινῇ μεγάλας ἐλπίδας αὐτοῖς συνέθεσαν ὡς καὶ τῆς Ῥωμαίων ἀπαλλαξόμενοι δεσποτείας .
7.77ἐπῆρε δὲ τοὺς Γερμανοὺς ἅψασθαι τῆς ἀποστάσεως καὶ τὸν πόλεμον ἐξενεγκεῖν πρώτη μὲν ἡ φύσις οὖσα λογισμῶν ἔρημος ἀγαθῶν καὶ μετὰ μικρᾶς ἐλπίδος ἑτοίμως ῥιψοκίνδυνος ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.68 | Joseph. BJ 7.73 (English) | >>Joseph. BJ 7.80 |